Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.162 Dem. 19.166 (English) >>Dem. 19.169

19.164ἐπειδὴ δʼ εἰρήνη μὲν ἦν, ἅπασα δʼ ἀσφάλειʼ ἰέναι καὶ πρόσταγμα παρʼ ὑμῶν σπεύδειν, τηνικαῦτʼ οὔτʼ ἐπείγεσθαι βαδίζουσιν οὔτε πλεῖν αὐτοῖς ἐπῄει. τί δήποτε; ὅτι τότε μὲν τὸ τὴν εἰρήνην ὡς τάχιστα γενέσθαι, τοῦτʼ ἦν ὑπὲρ Φιλίππου, νῦν δὲ τὸ ὡς πλεῖστον τὸν μεταξὺ χρόνον διατριφθῆναι τοῦ τοὺς ὅρκους ἀπολαβεῖν. 19.165ἀλλὰ μὴν ὅτι καὶ ταῦτʼ ἀληθῆ λέγω, λαβέ μοι καὶ ταύτην τὴν μαρτυρίαν.Μαρτυρία

ἔστιν οὖν ὅπως ἂν μᾶλλον ἄνθρωποι πάνθʼ ὑπὲρ Φιλίππου πράττοντες ἐξελεγχθεῖεν, τὴν αὐτὴν ὁδὸν ἡνίκα μὲν σπεύδειν ὑπὲρ ὑμῶν ἔδει καθήμενοι, ὅτε δʼ οὐδὲ βαδίζειν προσῆκε πρὶν ἐλθεῖν τὸν κήρυκα ἐπειγόμενοι;

19.166ὃν τοίνυν χρόνον ἦμεν ἐκεῖ καὶ καθήμεθʼ ἐν Πέλλῃ, σκέψασθε τί πράττειν ἕκαστος ἡμῶν προείλετο. ἐγὼ μὲν τοίνυν τοὺς αἰχμαλώτους ἀνασῴζειν καὶ ζητεῖν, καὶ παρʼ ἐμαυτοῦ τε χρήματʼ ἀναλίσκειν καὶ Φίλιππον ἀξιοῦν, ὧν ἡμῖν ἐδίδου ξενίων, τούτους λύσασθαι· οὗτος δὲ αὐτίκʼ ἀκούσεσθε τί ποιῶν διετέλεσεν. τί οὖν ἦν τοῦτο τὸ κοινῇ χρήμαθʼ ἡμῖν τὸν Φίλιππον διδόναι; 19.167ἵνα μηδὲ τοῦτʼ ἀγνοῆτε, ἐκεῖνος ἡμᾶς διεκωδώνιζεν ἅπαντας· τίνα τρόπον; ἑκάστῳ προσπέμπων ἰδίᾳ καὶ πολύ γʼ, ἄνδρες Ἀθηναῖοι, διδοὺς χρυσίον. ὡς δʼ ἀπετύγχανʼ ὁτουδήποτε (οὐ γὰρ ἐμέ γʼ εἰπεῖν ἐμαυτὸν δεῖ, ἀλλὰ τἄργα καὶ τὰ πεπραγμένʼ αὐτὰ δηλώσει), τὰ κοινῇ δοθέντα πάντας ἡγεῖτʼ εὐήθως λήψεσθαι· ἀσφάλειαν οὖν ἔσεσθαι τοῖς ἰδίᾳ πεπρακόσιν αὑτούς, εἰ καὶ κατὰ μικρὸν τοῦ λαβεῖν κοινῇ πάντες μετάσχοιμεν. διὰ ταῦτʼ ἐδίδοτο, ξένια δὴ πρόφασιν.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.162 Dem. 19.166 (English) >>Dem. 19.169

Powered by PhiloLogic